Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.86 Joseph. AJ 4.90 (English) >>Joseph. AJ 4.94

4.88τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτʼ αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δʼ ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. 4.89 δὲ Ἀμορραῖος οὐκέτʼ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλʼ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότʼ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες τὸ μάχεσθαι παρέξειν· 4.90ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρʼ ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν· Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. 4.91καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλʼ οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.86 Joseph. AJ 4.90 (English) >>Joseph. AJ 4.94

Powered by PhiloLogic